Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.246 Joseph. AJ 3.250 (English) >>Joseph. AJ 3.254

3.248

Τῷ δὲ μηνὶ τῷ Ξανθικῷ, ὃς Νισὰν παρʼ ἡμῖν καλεῖται καὶ τοῦ ἔτους ἐστὶν ἀρχή, τεσσαρεσκαιδεκάτῃ κατὰ σελήνην ἐν κριῷ τοῦ ἡλίου καθεστῶτος, τούτῳ γὰρ τῷ μηνὶ τῆς ὑπʼ Αἰγυπτίους δουλείας ἠλευθερώθημεν, καὶ τὴν θυσίαν, ἣν τότʼ ἐξιόντας ἀπʼ Αἰγύπτου θῦσαι προεῖπον ἡμᾶς πάσχα λεγομένην, διʼ ἔτους ἑκάστου θύειν ἐνόμισεν, καὶ δὴ τελοῦμεν αὐτὴν κατὰ φατρίας μηδενὸς τῶν τεθυμένων εἰς τὴν ἐπιοῦσαν τηρουμένου. 3.249πέμπτῃ δὲ καὶ δεκάτῃ διαδέχεται τὴν πάσχα τῶν ἀζύμων ἑορτὴ ἑπτὰ ἡμέρας οὖσα, καθʼ ἣν ἀζύμοις τρέφονται καὶ καθʼ ἑκάστην ἡμέραν ταῦροι σφάζονται δύο καὶ κριὸς μὲν εἷς ἑπτὰ δὲ ἄρνες. καὶ ταῦτα μὲν ὁλοκαυτεῖται προστιθεμένου τοῖς πᾶσι καὶ ἐρίφου ὑπὲρ ἁμαρτάδων εἰς εὐωχίαν κατὰ ἡμέραν ἑκάστην τοῖς ἱερεῦσιν. 3.250τῇ δὲ δευτέρᾳ τῶν ἀζύμων ἡμέρᾳ, ἕκτη δʼ ἐστὶν αὕτη καὶ δεκάτη, τῶν καρπῶν οὓς ἐθέρισαν, οὐ γὰρ ἥψαντο πρότερον αὐτῶν, μεταλαμβάνουσι καὶ τὸν θεὸν ἡγούμενοι τιμᾶν δίκαιον εἶναι πρῶτον, παρʼ οὗ τῆς εὐπορίας τούτων ἔτυχον, τὰς ἀπαρχὰς αὐτῷ τῆς κριθῆς ἐπιφέρουσι τρόπον τοιοῦτον. 3.251φρύξαντες τῶν ἀσταχύων τὸ δράγμα καὶ πτίσαντες καὶ καθαρὰς πρὸς ἄλεστον τὰς κριθὰς ποιήσαντες τῷ βωμῷ ἀσσαρῶνα προσφέρουσι τῷ θεῷ, καὶ μίαν ἐξ αὐτοῦ δράκα ἐπιβαλόντες τὸ λοιπὸν ἀφιᾶσιν εἰς χρῆσιν τοῖς ἱερεῦσι· καὶ τότε λοιπὸν δημοσίᾳ ἔξεστι πᾶσι καὶ ἰδίᾳ θερίζειν. θύουσι δʼ ἐπὶ ταῖς ἀπαρχαῖς τῶν καρπῶν ἀρνίον εἰς ὁλοκαύτωσιν τῷ θεῷ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.246 Joseph. AJ 3.250 (English) >>Joseph. AJ 3.254

Powered by PhiloLogic